Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 8.290 Joseph. AJ 8.294 (English) >>Joseph. AJ 8.297

8.293καὶ ἀντιπαρατάξας αὐτῷ τὴν στρατιὰν ἔν τινι φάραγγι Σαβαθὰ λεγομένῃ τῆς πόλεως οὐκ ἄπωθεν, ὡς κατεῖδε τὸ τῶν Αἰθιόπων πλῆθος ἀναβοήσας νίκην ᾔτει παρὰ τοῦ θεοῦ καὶ τὰς πολλὰς ἑλεῖν μυριάδας τῶν πολεμίων· οὐδὲ γὰρ ἄλλῳ τινὶ θαρσήσας ἔλεγεν τῇ παρʼ αὐτοῦ βοηθείᾳ δυναμένῃ καὶ τοὺς ὀλίγους ἀπεργάσασθαι κρείττους τῶν πλειόνων καὶ τοὺς ἀσθενεῖς τῶν ὑπερεχόντων ἀπαντῆσαι πρὸς μάχην τῷ Ζαραίῳ. 8.294

Ταῦτα λέγοντος Ἀσάνου νίκην ἐσήμαινεν θεός, καὶ συμβαλὼν μετὰ χαρᾶς τῶν προδεδηλωμένων ὑπὸ τοῦ θεοῦ πολλοὺς ἀποκτείνει τῶν Αἰθιόπων καὶ τραπέντας εἰς φυγὴν ἐδίωξεν ἄχρι τῆς Γεραρίτιδος χώρας. ἀφέμενοι δὲ τῆς ἀναιρέσεως ἐπὶ τὴν διαρπαγὴν τῶν πόλεων, ἥλω γὰρ Γεράρων, ἐχώρησαν καὶ τῆς παρεμβολῆς αὐτῶν, ὡς πολὺν μὲν ἐκφορῆσαι χρυσὸν πολὺν δὲ ἄργυρον λείαν τε ἀπαγαγεῖν καμήλους τε καὶ ὑποζύγια καὶ βοσκημάτων ἀγέλας. 8.295Ἄσανος μὲν οὖν καὶ παρʼ αὐτῷ στρατιὰ τοιαύτην παρὰ τοῦ θεοῦ νίκην λαβόντες καὶ ὠφέλειαν ἀνέστρεφον εἰς Ἱεροσόλυμα, παραγενομένοις δὲ αὐτοῖς ἀπήντησε κατὰ τὴν ὁδὸν προφήτης Ἀζαρίας ὄνομα. οὗτος ἐπισχεῖν κελεύσας τῆς ὁδοιπορίας ἤρξατο λέγειν πρὸς αὐτούς, ὅτι ταύτης εἶεν τῆς νίκης παρὰ τοῦ θεοῦ τετυχηκότες, ὅτι δικαίους καὶ ὁσίους ἑαυτοὺς παρέσχον καὶ πάντα κατὰ βούλησιν θεοῦ πεποιηκότας.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 8.290 Joseph. AJ 8.294 (English) >>Joseph. AJ 8.297

Powered by PhiloLogic